11.824 ἔσσεται , ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται .
11.825 οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ἦσαν ἄριστοι ,
11.826 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
11.827 χερσὶν ὕπο Τρώων · τῶν δὲ σθένος ὄρνυται αἰέν .
11.828 ἀλλ’ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν ,
11.829 μηροῦ δ’ ἔκταμ’ ὀϊστόν , ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸν
11.830 νίζ’ ὕδατι λιαρῷ , ἐπὶ δ’ ἤπια φάρμακα πάσσε
11.831 ἐσθλά , τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι ,
11.832 ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων .
11.833 ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
11.834 τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
11.835 χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
11.836 κεῖσθαι · δ’ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα .
11.837 τὸν δ’ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός ·
11.838 πῶς τὰρ ἔοι τάδε ἔργα ; τί ῥέξομεν Εὐρύπυλ’ ἥρως ;
11.839 ἔρχομαι ὄφρ’ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
11.840 ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν ·
11.841 ἀλλ’ οὐδ’ ὧς περ σεῖο μεθήσω τειρομένοιο .
11.842 , καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
11.843 ἐς κλισίην · θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας .
11.844 ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
11.845 ὀξὺ βέλος περιπευκές , ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸν
11.846 νίζ’ ὕδατι λιαρῷ , ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
11.847 χερσὶ διατρίψας ὀδυνήφατον , οἱ ἁπάσας
11.848 ἔσχ’ ὀδύνας · τὸ μὲν ἕλκος ἐτέρσετο , παύσατο δ’ αἷμα .