11.793 παρειπών ; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου .
11.794 εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
11.795 καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ ,
11.796 ἀλλὰ σέ περ προέτω , ἅμα δ’ ἄλλος λαὸς ἑπέσθω
11.797 Μυρμιδόνων , αἴ κέν τι φόως Δαναοῖσι γένηαι ·
11.798 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι ,
11.799 αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
11.800 Τρῶες , ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν
11.801 τειρόμενοι · ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο .
11.802 ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
11.803 ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων .
11.804 ὣς φάτο , τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε ,
11.805 βῆ δὲ θέειν παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα .
11.806 ἀλλ’ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
11.807 ἷξε θέων Πάτροκλος , ἵνά σφ’ ἀγορή τε θέμις τε
11.808 ἤην , τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί ,
11.809 ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
11.810 διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
11.811 σκάζων ἐκ πολέμου · κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
11.812 ὤμων καὶ κεφαλῆς , ἀπὸ δ’ ἕλκεος ἀργαλέοιο
11.813 αἷμα μέλαν κελάρυζε · νόος γε μὲν ἔμπεδος ἦεν .
11.814 τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός ,
11.815 καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
11.816 δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
11.817 ὣς ἄρ’ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
11.818 ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ .
11.819 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ’ ἥρως ,
11.820 ῥ’ ἔτι που σχήσουσι πελώριον Ἕκτορ’ Ἀχαιοί ,
11.821 ἤδη φθίσονται ὑπ’ αὐτοῦ δουρὶ δαμέντες ;
11.822 τὸν δ’ αὖτ’ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα ·
11.823 οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν