11.765 πέπον μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλεν
11.766 ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε ,
11.767 νῶϊ δέ τ’ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
11.768 πάντα μάλ’ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε .
11.769 Πηλῆος δ’ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
11.770 λαὸν ἀγείροντες κατ’ Ἀχαιΐδα πουλυβότειραν .
11.771 ἔνθα δ’ ἔπειθ’ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
11.772 ἠδὲ σέ , πὰρ δ’ Ἀχιλῆα · γέρων δ’ ἱππηλάτα Πηλεὺς
11.773 πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
11.774 αὐλῆς ἐν χόρτῳ · ἔχε δὲ χρύσειον ἄλεισον
11.775 σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοις ἱεροῖσι .
11.776 σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα , νῶϊ δ’ ἔπειτα
11.777 στῆμεν ἐνὶ προθύροισι · ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς ,
11.778 ἐς δ’ ἄγε χειρὸς ἑλών , κατὰ δ’ ἑδριάασθαι ἄνωγε ,
11.779 ξείνιά τ’ εὖ παρέθηκεν , τε ξείνοις θέμις ἐστίν .
11.780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος ,
11.781 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι ·
11.782 σφὼ δὲ μάλ’ ἠθέλετον , τὼ δ’ ἄμφω πόλλ’ ἐπέτελλον .
11.783 Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊ
11.784 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων ·
11.785 σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός ·
11.786 τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς ,
11.787 πρεσβύτερος δὲ σύ ἐσσι · βίῃ δ’ γε πολλὸν ἀμείνων .
11.788 ἀλλ’ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαι
11.789 καί οἱ σημαίνειν · δὲ πείσεται εἰς ἀγαθόν περ .
11.790 ὣς ἐπέτελλ’ γέρων , σὺ δὲ λήθεαι · ἀλλ’ ἔτι καὶ νῦν
11.791 ταῦτ’ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται .
11.792 τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις