11.735 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης ,
11.736 συμφερόμεσθα μάχῃ Διί τ’ εὐχόμενοι καὶ Ἀθήνῃ .
11.737 ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος ,
11.738 πρῶτος ἐγὼν ἕλον ἄνδρα , κόμισσα δὲ μώνυχας ἵππους ,
11.739 Μούλιον αἰχμητήν · γαμβρὸς δ’ ἦν Αὐγείαο ,
11.740 πρεσβυτάτην δὲ θύγατρ’ εἶχε ξανθὴν Ἀγαμήδην ,
11.741 τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών .
11.742 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί ,
11.743 ἤριπε δ’ ἐν κονίῃσιν · ἐγὼ δ’ ἐς δίφρον ὀρούσας
11.744 στῆν ῥα μετὰ προμάχοισιν · ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
11.745 ἔτρεσαν ἄλλυδις ἄλλος , ἐπεὶ ἴδον ἄνδρα πεσόντα
11.746 ἡγεμόν’ ἱππήων , ὃς ἀριστεύεσκε μάχεσθαι .
11.747 αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος ,
11.748 πεντήκοντα δ’ ἕλον δίφρους , δύο δ’ ἀμφὶς ἕκαστον
11.749 φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες .
11.750 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ’ ἀλάπαξα ,
11.751 εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
11.752 ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ .
11.753 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε ·
11.754 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
11.755 κτείνοντές τ’ αὐτοὺς ἀνά τ’ ἔντεα καλὰ λέγοντες ,
11.756 ὄφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
11.757 πέτρης τ’ Ὠλενίης , καὶ Ἀλησίου ἔνθα κολώνη
11.758 κέκληται · ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη .
11.759 ἔνθ’ ἄνδρα κτείνας πύματον λίπον · αὐτὰρ Ἀχαιοὶ
11.760 ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ ἔχον ὠκέας ἵππους ,
11.761 πάντες δ’ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ’ ἀνδρῶν .
11.762 ὣς ἔον , εἴ ποτ’ ἔον γε , μετ’ ἀνδράσιν . αὐτὰρ Ἀχιλλεὺς
11.763 οἶος τῆς ἀρετῆς ἀπονήσεται · τέ μιν οἴω
11.764 πολλὰ μετακλαύσεσθαι ἐπεί κ’ ἀπὸ λαὸς ὄληται .