11.703 τῶν γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
11.704 ἐξέλετ’ ἄσπετα πολλά · τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκε
11.705 δαιτρεύειν , μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης .
11.706 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν , ἀμφί τε ἄστυ
11.707 ἕρδομεν ἱρὰ θεοῖς · οἳ δὲ τρίτῳ ἤματι πάντες
11.708 ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
11.709 πανσυδίῃ · μετὰ δέ σφι Μολίονε θωρήσσοντο
11.710 παῖδ’ ἔτ’ ἐόντ’ , οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς .
11.711 ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
11.712 τηλοῦ ἐπ’ Ἀλφειῷ , νεάτη Πύλου ἠμαθόεντος ·
11.713 τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες .
11.714 ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον , ἄμμι δ’ Ἀθήνη
11.715 ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι
11.716 ἔννυχος , οὐδ’ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
11.717 ἀλλὰ μάλ’ ἐσσυμένους πολεμίζειν . οὐδέ με Νηλεὺς
11.718 εἴα θωρήσσεσθαι , ἀπέκρυψεν δέ μοι ἵππους ·
11.719 οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα .
11.720 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
11.721 καὶ πεζός περ ἐών , ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη .
11.722 ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
11.723 ἐγγύθεν Ἀρήνης , ὅθι μείναμεν Ἠῶ δῖαν
11.724 ἱππῆες Πυλίων , τὰ δ’ ἐπέρρεον ἔθνεα πεζῶν .
11.725 ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
11.726 ἔνδιοι ἱκόμεσθ’ ἱερὸν ῥόον Ἀλφειοῖο .
11.727 ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά ,
11.728 ταῦρον δ’ Ἀλφειῷ , ταῦρον δὲ Ποσειδάωνι ,
11.729 αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην ,
11.730 δόρπον ἔπειθ’ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι ,
11.731 καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
11.732 ἀμφὶ ῥοὰς ποταμοῖο . ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
11.733 ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες ·
11.734 ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος ·