11.671 ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
11.672 ἀμφὶ βοηλασίῃ , ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα
11.673 ἐσθλὸν Ὑπειροχίδην , ὃς ἐν Ἤλιδι ναιετάασκε ,
11.674 ῥύσι’ ἐλαυνόμενος · δ’ ἀμύνων ᾗσι βόεσσιν
11.675 ἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι ,
11.676 κὰδ δ’ ἔπεσεν , λαοὶ δὲ περίτρεσαν ἀγροιῶται .
11.677 ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
11.678 πεντήκοντα βοῶν ἀγέλας , τόσα πώεα οἰῶν ,
11.679 τόσσα συῶν συβόσια , τόσ’ αἰπόλια πλατέ’ αἰγῶν ,
11.680 ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
11.681 πάσας θηλείας , πολλῇσι δὲ πῶλοι ὑπῆσαν .
11.682 καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
11.683 ἐννύχιοι προτὶ ἄστυ · γεγήθει δὲ φρένα Νηλεύς ,
11.684 οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι .
11.685 κήρυκες δ’ ἐλίγαινον ἅμ’ ἠοῖ φαινομένηφι
11.686 τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ’ ἐν Ἤλιδι δίῃ ·
11.687 οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
11.688 δαίτρευον · πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον ,
11.689 ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν ·
11.690 ἐλθὼν γάρ ῥ’ ἐκάκωσε βίη Ἡρακληείη
11.691 τῶν προτέρων ἐτέων , κατὰ δ’ ἔκταθεν ὅσσοι ἄριστοι ·
11.692 δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν ·
11.693 τῶν οἶος λιπόμην , οἳ δ’ ἄλλοι πάντες ὄλοντο .
11.694 ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
11.695 ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο .
11.696 ἐκ δ’ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ’ οἰῶν
11.697 εἵλετο κρινάμενος τριηκόσι’ ἠδὲ νομῆας .
11.698 καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετ’ ἐν Ἤλιδι δίῃ
11.699 τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
11.700 ἐλθόντες μετ’ ἄεθλα · περὶ τρίποδος γὰρ ἔμελλον
11.701 θεύσεσθαι · τοὺς δ’ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
11.702 κάσχεθε , τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων .