11.641 πινέμεναι δ’ ἐκέλευσεν , ἐπεί ῥ’ ὥπλισσε κυκειῶ .
11.642 τὼ δ’ ἐπεὶ οὖν πίνοντ’ ἀφέτην πολυκαγκέα δίψαν
11.643 μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες ,
11.644 Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς .
11.645 τὸν δὲ ἰδὼν γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ ,
11.646 ἐς δ’ ἄγε χειρὸς ἑλών , κατὰ δ’ ἑδριάασθαι ἄνωγε .
11.647 Πάτροκλος δ’ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον ·
11.648 οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές , οὐδέ με πείσεις .
11.649 αἰδοῖος νεμεσητὸς με προέηκε πυθέσθαι
11.650 ὅν τινα τοῦτον ἄγεις βεβλημένον · ἀλλὰ καὶ αὐτὸς
11.651 γιγνώσκω , ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν .
11.652 νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ’ Ἀχιλῆϊ .
11.653 εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές , οἷος ἐκεῖνος
11.654 δεινὸς ἀνήρ · τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο .
11.655 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
11.656 τίπτε τὰρ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν ,
11.657 ὅσσοι δὴ βέλεσιν βεβλήαται ; οὐδέ τι οἶδε
11.658 πένθεος , ὅσσον ὄρωρε κατὰ στρατόν · οἳ γὰρ ἄριστοι
11.659 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε .
11.660 βέβληται μὲν Τυδεΐδης κρατερὸς Διομήδης ,
11.661 οὔτασται δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ’ Ἀγαμέμνων ·
11.662 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ ·
11.663 τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
11.664 ἰῷ ἀπὸ νευρῆς βεβλημένον . αὐτὰρ Ἀχιλλεὺς
11.665 ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει .
11.666 μένει εἰς κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
11.667 Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται ,
11.668 αὐτοί τε κτεινώμεθ’ ἐπισχερώ ; οὐ γὰρ ἐμὴ ἲς
11.669 ἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν .
11.670 εἴθ’ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη