11.611 ἀλλ’ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ’ ἔρειο
11.612 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο ·
11.613 ἤτοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικε
11.614 τῷ Ἀσκληπιάδῃ , ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός ·
11.615 ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι .
11.616 ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ ,
11.617 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν .
11.618 οἳ δ’ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο ,
11.619 αὐτοὶ μέν ῥ’ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν ,
11.620 ἵππους δ’ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
11.621 ἐξ ὀχέων · τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο χιτώνων
11.622 στάντε ποτὶ πνοιὴν παρὰ θῖν’ ἁλός · αὐτὰρ ἔπειτα
11.623 ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον .
11.624 τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη ,
11.625 τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων , ὅτε πέρσεν Ἀχιλλεύς ,
11.626 θυγατέρ’ Ἀρσινόου μεγαλήτορος , ἥν οἱ Ἀχαιοὶ
11.627 ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων .
11.628 σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
11.629 καλὴν κυανόπεζαν ἐΰξοον , αὐτὰρ ἐπ’ αὐτῆς
11.630 χάλκειον κάνεον , ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον ,
11.631 ἠδὲ μέλι χλωρόν , παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν ,
11.632 πὰρ δὲ δέπας περικαλλές , οἴκοθεν ἦγ’ γεραιός ,
11.633 χρυσείοις ἥλοισι πεπαρμένον · οὔατα δ’ αὐτοῦ
11.634 τέσσαρ’ ἔσαν , δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
11.635 χρύσειαι νεμέθοντο , δύω δ’ ὑπὸ πυθμένες ἦσαν .
11.636 ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
11.637 πλεῖον ἐόν , Νέστωρ δ’ γέρων ἀμογητὶ ἄειρεν .
11.638 ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
11.639 οἴνῳ Πραμνείῳ , ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν
11.640 κνήστι χαλκείῃ , ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνε ,