11.484 ἀΐσσων ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ .
11.485 Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον ,
11.486 στῆ δὲ παρέξ · Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος .
11.487 ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ ὁμίλου
11.488 χειρὸς ἔχων , εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους .
11.489 Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
11.490 Πριαμίδην νόθον υἱόν , ἔπειτα δὲ Πάνδοκον οὖτα ,
11.491 οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην .
11.492 ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
11.493 χειμάρρους κατ’ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ ,
11.494 πολλὰς δὲ δρῦς ἀζαλέας , πολλὰς δέ τε πεύκας
11.495 ἐσφέρεται , πολλὸν δέ τ’ ἀφυσγετὸν εἰς ἅλα βάλλει ,
11.496 ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας ,
11.497 δαΐζων ἵππους τε καὶ ἀνέρας · οὐδέ πω Ἕκτωρ
11.498 πεύθετ’ , ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσης
11.499 ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου , τῇ ῥα μάλιστα
11.500 ἀνδρῶν πῖπτε κάρηνα , βοὴ δ’ ἄσβεστος ὀρώρει
11.501 Νέστορά τ’ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα .
11.502 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
11.503 ἔγχεΐ θ’ ἱπποσύνῃ τε , νέων δ’ ἀλάπαζε φάλαγγας ·
11.504 οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
11.505 εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
11.506 παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν ,
11.507 ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον .
11.508 τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
11.509 μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν .
11.510 αὐτίκα δ’ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον ·
11.511 Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
11.512 ἄγρει σῶν ὀχέων ἐπιβήσεο , πὰρ δὲ Μαχάων
11.513 βαινέτω , ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους ·
11.514 ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
11.515 ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν .