11.516 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ .
11.517 αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο , πὰρ δὲ Μαχάων
11.518 βαῖν’ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος ·
11.519 μάστιξεν δ’ ἵππους , τὼ δ’ οὐκ ἀέκοντε πετέσθην
11.520 νῆας ἔπι γλαφυράς · τῇ γὰρ φίλον ἔπλετο θυμῷ .
11.521 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
11.522 Ἕκτορι παρβεβαώς , καί μιν πρὸς μῦθον ἔειπεν ·
11.523 Ἕκτορ νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν Δαναοῖσιν
11.524 ἐσχατιῇ πολέμοιο δυσηχέος · οἳ δὲ δὴ ἄλλοι
11.525 Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί .
11.526 Αἴας δὲ κλονέει Τελαμώνιος · εὖ δέ μιν ἔγνων ·
11.527 εὐρὺ γὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος · ἀλλὰ καὶ ἡμεῖς
11.528 κεῖσ’ ἵππους τε καὶ ἅρμ’ ἰθύνομεν , ἔνθα μάλιστα
11.529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
11.530 ἀλλήλους ὀλέκουσι , βοὴ δ’ ἄσβεστος ὄρωρεν .
11.531 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
11.532 μάστιγι λιγυρῇ · τοὶ δὲ πληγῆς ἀΐοντες
11.533 ῥίμφ’ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
11.534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας · αἵματι δ’ ἄξων
11.535 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον ,
11.536 ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
11.537 αἵ τ’ ἀπ’ ἐπισσώτρων . δὲ ἵετο δῦναι ὅμιλον
11.538 ἀνδρόμεον ῥῆξαί τε μετάλμενος · ἐν δὲ κυδοιμὸν
11.539 ἧκε κακὸν Δαναοῖσι , μίνυνθα δὲ χάζετο δουρός .
11.540 αὐτὰρ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
11.541 ἔγχεΐ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν ,
11.542 Αἴαντος δ’ ἀλέεινε μάχην Τελαμωνιάδαο .
11.544 Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ὦρσε ·
11.545 στῆ δὲ ταφών , ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον ,
11.546 τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου θηρὶ ἐοικὼς
11.547 ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων .