11.455 αὐτὰρ ἔμ’ , εἴ κε θάνω , κτεριοῦσί γε δῖοι Ἀχαιοί .
11.456 ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
11.457 ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης ·
11.458 αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο , κῆδε δὲ θυμόν .
11.459 Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ’ Ὀδυσῆος
11.460 κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν .
11.461 αὐτὰρ γ’ ἐξοπίσω ἀνεχάζετο , αὖε δ’ ἑταίρους .
11.462 τρὶς μὲν ἔπειτ’ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός ,
11.463 τρὶς δ’ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος .
11.464 αἶψα δ’ ἄρ’ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα ·
11.465 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
11.466 ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵκετ’ ἀϋτὴ
11.467 τῷ ἰκέλη ὡς εἴ βιῴατο μοῦνον ἐόντα
11.468 Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ .
11.469 ἀλλ’ ἴομεν καθ’ ὅμιλον · ἀλεξέμεναι γὰρ ἄμεινον .
11.470 δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
11.471 ἐσθλὸς ἐών , μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται .
11.472 ὣς εἰπὼν μὲν ἦρχ’ , δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς .
11.473 εὗρον ἔπειτ’ Ὀδυσῆα Διῒ φίλον · ἀμφὶ δ’ ἄρ’ αὐτὸν
11.474 Τρῶες ἕπονθ’ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
11.475 ἀμφ’ ἔλαφον κεραὸν βεβλημένον , ὅν τ’ ἔβαλ’ ἀνὴρ
11.476 ἰῷ ἀπὸ νευρῆς · τὸν μέν τ’ ἤλυξε πόδεσσι
11.477 φεύγων , ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ ·
11.478 αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός ,
11.479 ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
11.480 ἐν νέμεϊ σκιερῷ · ἐπί τε λῖν ἤγαγε δαίμων
11.481 σίντην · θῶες μέν τε διέτρεσαν , αὐτὰρ δάπτει ·
11.482 ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
11.483 Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι , αὐτὰρ γ’ ἥρως