11.426 τοὺς μὲν ἔασ’ , δ’ ἄρ’ Ἱππασίδην Χάροπ’ οὔτασε δουρὶ
11.427 αὐτοκασίγνητον εὐηφενέος Σώκοιο .
11.428 τῷ δ’ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς ,
11.429 στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
11.430 Ὀδυσεῦ πολύαινε δόλων ἆτ’ ἠδὲ πόνοιο
11.431 σήμερον δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
11.432 τοιώδ’ ἄνδρε κατακτείνας καὶ τεύχε’ ἀπούρας ,
11.433 κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς .
11.434 ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην .
11.435 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος ,
11.436 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο ,
11.437 πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν , οὐδ’ ἔτ’ ἔασε
11.438 Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός .
11.439 γνῶ δ’ Ὀδυσεὺς οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν ,
11.440 ἂψ δ’ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν ·
11.441 δείλ’ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος .
11.442 ἤτοι μέν ῥ’ ἔμ’ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι ·
11.443 σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
11.444 ἤματι τῷδ’ ἔσσεσθαι , ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα
11.445 εὖχος ἐμοὶ δώσειν , ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ .
11.446 , καὶ μὲν φύγαδ’ αὖτις ὑποστρέψας ἐβεβήκει ,
11.447 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
11.448 ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσε ,
11.449 δούπησεν δὲ πεσών · δ’ ἐπεύξατο δῖος Ὀδυσσεύς ·
11.450 Σῶχ’ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
11.451 φθῆ σε τέλος θανάτοιο κιχήμενον , οὐδ’ ὑπάλυξας .
11.452 δείλ’ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
11.453 ὄσσε καθαιρήσουσι θανόντι περ , ἀλλ’ οἰωνοὶ
11.454 ὠμησταὶ ἐρύουσι , περὶ πτερὰ πυκνὰ βαλόντες .