11.398 ἐκ ποδὸς ἕλκ’ , ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ ἀλεγεινή .
11.399 ἐς δίφρον δ’ ἀνόρουσε , καὶ ἡνιόχῳ ἐπέτελλε
11.400 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν · ἤχθετο γὰρ κῆρ .
11.401 οἰώθη δ’ Ὀδυσεὺς δουρὶ κλυτός , οὐδέ τις αὐτῷ
11.402 Ἀργείων παρέμεινεν , ἐπεὶ φόβος ἔλλαβε πάντας ·
11.403 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
11.404 μοι ἐγὼ τί πάθω ; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
11.405 πληθὺν ταρβήσας · τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
11.406 μοῦνος · τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων .
11.407 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός ;
11.408 οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο ,
11.409 ὃς δέ κ’ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
11.410 ἑστάμεναι κρατερῶς , τ’ ἔβλητ’ τ’ ἔβαλ’ ἄλλον .
11.411 εἷος ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
11.412 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων ,
11.413 ἔλσαν δ’ ἐν μέσσοισι , μετὰ σφίσι πῆμα τιθέντες .
11.414 ὡς δ’ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ’ αἰζηοὶ
11.415 σεύωνται , δέ τ’ εἶσι βαθείης ἐκ ξυλόχοιο
11.416 θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν ,
11.417 ἀμφὶ δέ τ’ ἀΐσσονται , ὑπαὶ δέ τε κόμπος ὀδόντων
11.418 γίγνεται , οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα ,
11.419 ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
11.420 Τρῶες · δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
11.421 οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί ,
11.422 αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε .
11.423 Χερσιδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα
11.424 δουρὶ κατὰ πρότμησιν ὑπ’ ἀσπίδος ὀμφαλοέσσης
11.425 νύξεν · δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ .