11.155 ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ ,
11.156 πάντῃ τ’ εἰλυφόων ἄνεμος φέρει , οἳ δέ τε θάμνοι
11.157 πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ ·
11.158 ὣς ἄρ’ ὑπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
11.159 Τρώων φευγόντων , πολλοὶ δ’ ἐριαύχενες ἵπποι
11.160 κείν’ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
11.161 ἡνιόχους ποθέοντες ἀμύμονας · οἳ δ’ ἐπὶ γαίῃ
11.162 κείατο , γύπεσσιν πολὺ φίλτεροι ἀλόχοισιν .
11.163 Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
11.164 ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ ·
11.165 Ἀτρεΐδης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων .
11.166 οἳ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
11.167 μέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντο
11.168 ἱέμενοι πόλιος · δὲ κεκλήγων ἕπετ’ αἰεὶ
11.169 Ἀτρεΐδης , λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους .
11.170 ἀλλ’ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο ,
11.171 ἔνθ’ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον .
11.172 οἳ δ’ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς ,
11.173 ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
11.174 πάσας · τῇ δέ τ’ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος ·
11.175 τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
11.176 πρῶτον , ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει ·
11.177 ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
11.178 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον · οἳ δ’ ἐφέβοντο .
11.179 πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
11.180 Ἀτρεΐδεω ὑπὸ χερσί · περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν .
11.181 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
11.182 ἵξεσθαι , τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
11.183 Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
11.184 οὐρανόθεν καταβάς · ἔχε δ’ ἀστεροπὴν μετὰ χερσίν .