11.185 Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν ·
11.186 βάσκ’ ἴθι Ἶρι ταχεῖα , τὸν Ἕκτορι μῦθον ἐνίσπες ·
11.187 ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
11.188 θύνοντ’ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν ,
11.189 τόφρ’ ἀναχωρείτω , τὸν δ’ ἄλλον λαὸν ἀνώχθω
11.190 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην .
11.191 αὐτὰρ ἐπεί κ’ δουρὶ τυπεὶς βλήμενος ἰῷ
11.192 εἰς ἵππους ἅλεται , τότε οἱ κράτος ἐγγυαλίξω
11.193 κτείνειν εἰς κε νῆας ἐϋσσέλμους ἀφίκηται
11.194 δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ .
11.195 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις ,
11.196 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν .
11.197 εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
11.198 ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν ·
11.199 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
11.200 Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
11.201 Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι .
11.202 ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
11.203 θύνοντ’ ἐν προμάχοισιν , ἐναίροντα στίχας ἀνδρῶν ,
11.204 τόφρ’ ὑπόεικε μάχης , τὸν δ’ ἄλλον λαὸν ἄνωχθι
11.205 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην .
11.206 αὐτὰρ ἐπεί κ’ δουρὶ τυπεὶς βλήμενος ἰῷ
11.207 εἰς ἵππους ἅλεται , τότε τοι κράτος ἐγγυαλίξει
11.208 κτείνειν , εἰς κε νῆας ἐϋσσέλμους ἀφίκηαι
11.209 δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ .
11.210 μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις ,
11.211 Ἕκτωρ δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε ,
11.212 πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
11.213 ὀτρύνων μαχέσασθαι , ἔγειρε δὲ φύλοπιν αἰνήν .
11.214 οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν ,
11.215 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας .