11.125 οὐκ εἴασχ’ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ ,
11.126 τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
11.127 εἰν ἑνὶ δίφρῳ ἐόντας , ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους ·
11.128 ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα ,
11.129 τὼ δὲ κυκηθήτην · δ’ ἐναντίον ὦρτο λέων ὣς
11.130 Ἀτρεΐδης · τὼ δ’ αὖτ’ ἐκ δίφρου γουναζέσθην ·
11.131 ζώγρει Ἀτρέος υἱέ , σὺ δ’ ἄξια δέξαι ἄποινα ·
11.132 πολλὰ δ’ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
11.133 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος ,
11.134 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα ,
11.135 εἰ νῶϊ ζωοὺς πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν .
11.136 ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
11.137 μειλιχίοις ἐπέεσσιν · ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν ·
11.138 εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν ,
11.139 ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
11.140 ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
11.141 αὖθι κατακτεῖναι μηδ’ ἐξέμεν ἂψ ἐς Ἀχαιούς ,
11.142 νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην .
11.143 , καὶ Πείσανδρον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε
11.144 δουρὶ βαλὼν πρὸς στῆθος · δ’ ὕπτιος οὔδει ἐρείσθη .
11.145 Ἱππόλοχος δ’ ἀπόρουσε , τὸν αὖ χαμαὶ ἐξενάριξε
11.146 χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας ,
11.147 ὅλμον δ’ ὣς ἔσσευε κυλίνδεσθαι δι’ ὁμίλου .
11.148 τοὺς μὲν ἔασ’ · δ’ ὅθι πλεῖσται κλονέοντο φάλαγγες ,
11.149 τῇ ῥ’ ἐνόρουσ’ , ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί .
11.150 πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ ,
11.151 ἱππεῖς δ’ ἱππῆας · ὑπὸ δέ σφισιν ὦρτο κονίη
11.152 ἐκ πεδίου , τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
11.153 χαλκῷ δηϊόωντες · ἀτὰρ κρείων Ἀγαμέμνων
11.154 αἰὲν ἀποκτείνων ἕπετ’ Ἀργείοισι κελεύων .