11.65 ἄλλοτε δ’ ἐν πυμάτοισι κελεύων · πᾶς δ’ ἄρα χαλκῷ
11.66 λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο .
11.67 οἳ δ’ , ὥς τ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
11.68 ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ ἄρουραν
11.69 πυρῶν κριθῶν · τὰ δὲ δράγματα ταρφέα πίπτει ·
11.70 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες
11.71 δῄουν , οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο .
11.72 ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν , οἳ δὲ λύκοι ὣς
11.73 θῦνον · Ἔρις δ’ ἄρ’ ἔχαιρε πολύστονος εἰσορόωσα ·
11.74 οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν ,
11.75 οἳ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί , ἀλλὰ ἕκηλοι
11.76 σφοῖσιν ἐνὶ μεγάροισι καθήατο , ἧχι ἑκάστῳ
11.77 δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο .
11.78 πάντες δ’ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
11.79 οὕνεκ’ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι .
11.80 τῶν μὲν ἄρ’ οὐκ ἀλέγιζε πατήρ · δὲ νόσφι λιασθεὶς
11.81 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
11.82 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
11.83 χαλκοῦ τε στεροπήν , ὀλλύντάς τ’ ὀλλυμένους τε .
11.84 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ ,
11.85 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο , πῖπτε δὲ λαός ·
11.86 ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
11.87 οὔρεος ἐν βήσσῃσιν , ἐπεί τ’ ἐκορέσσατο χεῖρας
11.88 τάμνων δένδρεα μακρά , ἅδος τέ μιν ἵκετο θυμόν ,
11.89 σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ ,
11.90 τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
11.91 κεκλόμενοι ἑτάροισι κατὰ στίχας · ἐν δ’ Ἀγαμέμνων
11.92 πρῶτος ὄρουσ’ , ἕλε δ’ ἄνδρα Βιάνορα ποιμένα λαῶν
11.93 αὐτόν , ἔπειτα δ’ ἑταῖρον Ὀϊλῆα πλήξιππον .
11.94 ἤτοι γ’ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη ·