11.34 ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
11.35 λευκοί , ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο .
11.36 τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
11.37 δεινὸν δερκομένη , περὶ δὲ Δεῖμός τε Φόβος τε .
11.38 τῆς δ’ ἐξ ἀργύρεος τελαμὼν ἦν · αὐτὰρ ἐπ’ αὐτοῦ
11.39 κυάνεος ἐλέλικτο δράκων , κεφαλαὶ δέ οἱ ἦσαν
11.40 τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι .
11.41 κρατὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
11.42 ἵππουριν · δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν .
11.43 εἵλετο δ’ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
11.44 ὀξέα · τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσω
11.45 λάμπ’ · ἐπὶ δ’ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
11.46 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης .
11.47 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
11.48 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ ,
11.49 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
11.50 ῥώοντ’ · ἄσβεστος δὲ βοὴ γένετ’ ἠῶθι πρό .
11.51 φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες ,
11.52 ἱππῆες δ’ ὀλίγον μετεκίαθον · ἐν δὲ κυδοιμὸν
11.53 ὦρσε κακὸν Κρονίδης , κατὰ δ’ ὑψόθεν ἧκεν ἐέρσας
11.54 αἵματι μυδαλέας ἐξ αἰθέρος , οὕνεκ’ ἔμελλε
11.55 πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν .
11.56 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
11.57 Ἕκτορά τ’ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
11.58 Αἰνείαν θ’ , ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ ,
11.59 τρεῖς τ’ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
11.60 ἠΐθεόν τ’ Ἀκάμαντ’ ἐπιείκελον ἀθανάτοισιν .
11.61 Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα πάντοσ’ ἐΐσην ,
11.62 οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
11.63 παμφαίνων , τοτὲ δ’ αὖτις ἔδυ νέφεα σκιόεντα ,
11.64 ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν ,