11.1 ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο
11.2 ὄρνυθ’ , ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι ·
11.3 Ζεὺς δ’ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
11.4 ἀργαλέην , πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν .
11.5 στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ ,
11.6 ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε ,
11.7 ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο
11.8 ἠδ’ ἐπ’ Ἀχιλλῆος , τοί ῥ’ ἔσχατα νῆας ἐΐσας
11.9 εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
11.10 ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε
11.11 ὄρθι’ , Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ
11.12 καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι .
11.13 τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι
11.14 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν .
11.15 Ἀτρεΐδης δ’ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
11.16 Ἀργείους · ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκόν .
11.17 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
11.18 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
11.19 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε ,
11.20 τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι .
11.21 πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ’ Ἀχαιοὶ
11.22 ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον ·
11.23 τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ .
11.24 τοῦ δ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο ,
11.25 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο ·
11.26 κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
11.27 τρεῖς ἑκάτερθ’ ἴρισσιν ἐοικότες , ἅς τε Κρονίων
11.28 ἐν νέφεϊ στήριξε , τέρας μερόπων ἀνθρώπων .
11.29 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος · ἐν δέ οἱ ἧλοι
11.30 χρύσειοι πάμφαινον , ἀτὰρ περὶ κουλεὸν ἦεν
11.31 ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός .
11.32 ἂν δ’ ἕλετ’ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
11.33 καλήν , ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν ,