10.568 φάτνῃ ἐφ’ ἱππείῃ , ὅθι περ Διομήδεος ἵπποι
10.569 ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες ·
10.570 νηῒ δ’ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
10.571 θῆκ’ Ὀδυσεύς , ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθήνῃ .
10.572 αὐτοὶ δ’ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
10.573 ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς .
10.574 αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
10.575 νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ ,
10.576 ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο .
10.577 τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳ
10.578 δείπνῳ ἐφιζανέτην , ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
10.579 πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον .