10.536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ κρατερὸς Διομήδης
10.537 ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους ·
10.538 ἀλλ’ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
10.539 Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ .
10.540 οὔ πω πᾶν εἴρητο ἔπος ὅτ’ ἄρ’ ἤλυθον αὐτοί .
10.541 καί ῥ’ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα , τοὶ δὲ χαρέντες
10.542 δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι ·
10.543 πρῶτος δ’ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ ·
10.544 εἴπ’ ἄγε μ’ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
10.545 ὅππως τοῦσδ’ ἵππους λάβετον καταδύντες ὅμιλον
10.546 Τρώων , τίς σφωε πόρεν θεὸς ἀντιβολήσας .
10.547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο .
10.548 αἰεὶ μὲν Τρώεσσ’ ἐπιμίσγομαι , οὐδέ τί φημι
10.549 μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής ·
10.550 ἀλλ’ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα .
10.551 ἀλλά τιν’ ὔμμ’ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα ·
10.552 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
10.553 κούρη τ’ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη .
10.554 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
10.555 Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
10.556 ῥεῖα θεός γ’ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
10.557 ἵππους δωρήσαιτ’ , ἐπεὶ πολὺ φέρτεροί εἰσιν .
10.558 ἵπποι δ’ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
10.559 Θρηΐκιοι · τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδης
10.560 ἔκτανε , πὰρ δ’ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους .
10.561 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν ,
10.562 τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
10.563 Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί .
10.564 ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
10.565 καγχαλόων · ἅμα δ’ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί .
10.566 οἳ δ’ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο ,
10.567 ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι