10.506 ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο .
10.507 εἷος ταῦθ’ ὥρμαινε κατὰ φρένα , τόφρα δ’ Ἀθήνη
10.508 ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον ·
10.509 νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
10.510 νῆας ἔπι γλαφυράς , μὴ καὶ πεφοβημένος ἔλθῃς ,
10.511 μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος .
10.512 ὣς φάθ’ , δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης ,
10.513 καρπαλίμως δ’ ἵππων ἐπεβήσετο · κόψε δ’ Ὀδυσσεὺς
10.514 τόξῳ · τοὶ δ’ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν .
10.515 οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων
10.516 ὡς ἴδ’ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν ·
10.517 τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον ,
10.518 ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
10.519 Ῥήσου ἀνεψιὸν ἐσθλόν · δ’ ἐξ ὕπνου ἀνορούσας
10.520 ὡς ἴδε χῶρον ἐρῆμον , ὅθ’ ἕστασαν ὠκέες ἵπποι ,
10.521 ἄνδράς τ’ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν ,
10.522 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον .
10.523 Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
10.524 θυνόντων ἄμυδις · θηεῦντο δὲ μέρμερα ἔργα
10.525 ὅσσ’ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας .
10.526 οἳ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν ,
10.527 ἔνθ’ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους ,
10.528 Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
10.529 ἐν χείρεσσ’ Ὀδυσῆϊ τίθει , ἐπεβήσετο δ’ ἵππων ·
10.530 μάστιξεν δ’ ἵππους , τὼ δ’ οὐκ ἀέκοντε πετέσθην
10.531 νῆας ἔπι γλαφυράς · τῇ γὰρ φίλον ἔπλετο θυμῷ .
10.532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε ·
10.533 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
10.534 ψεύσομαι , ἔτυμον ἐρέω ; κέλεται δέ με θυμός .
10.535 ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει .