10.475 ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο .
10.476 τὸν δ’ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν ·
10.477 οὗτός τοι Διόμηδες ἀνήρ , οὗτοι δέ τοι ἵπποι ,
10.478 οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς .
10.479 ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένος · οὐδέ τί σε χρὴ
10.480 ἑστάμεναι μέλεον σὺν τεύχεσιν , ἀλλὰ λύ’ ἵππους ·
10.481 ἠὲ σύ γ’ ἄνδρας ἔναιρε , μελήσουσιν δ’ ἐμοὶ ἵπποι .
10.482 ὣς φάτο , τῷ δ’ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη ,
10.483 κτεῖνε δ’ ἐπιστροφάδην · τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴς
10.484 ἄορι θεινομένων , ἐρυθαίνετο δ’ αἵματι γαῖα .
10.485 ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
10.486 αἴγεσιν ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ ,
10.487 ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
10.488 ὄφρα δυώδεκ’ ἔπεφνεν · ἀτὰρ πολύμητις Ὀδυσσεὺς
10.489 ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
10.490 τὸν δ’ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε ,
10.491 τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
10.492 ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
10.493 νεκροῖς ἀμβαίνοντες · ἀήθεσσον γὰρ ἔτ’ αὐτῶν .
10.494 ἀλλ’ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός ,
10.495 τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
10.496 ἀσθμαίνοντα · κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
10.497 τὴν νύκτ’ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης .
10.498 τόφρα δ’ ἄρ’ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους ,
10.499 σὺν δ’ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
10.500 τόξῳ ἐπιπλήσσων , ἐπεὶ οὐ μάστιγα φαεινὴν
10.501 ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι ·
10.502 ῥοίζησεν δ’ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ .
10.503 αὐτὰρ μερμήριζε μένων τι κύντατον ἕρδοι ,
10.504 γε δίφρον ἑλών , ὅθι ποικίλα τεύχε’ ἔκειτο ,
10.505 ῥυμοῦ ἐξερύοι ἐκφέροι ὑψόσ’ ἀείρας ,