10.447 μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ ·
10.448 ἐσθλά περ ἀγγείλας , ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς .
10.449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν ,
10.450 τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
10.451 ἠὲ διοπτεύσων ἐναντίβιον πολεμίξων ·
10.452 εἰ δέ κ’ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς ,
10.453 οὐκέτ’ ἔπειτα σὺ πῆμά ποτ’ ἔσσεαι Ἀργείοισιν .
10.454 , καὶ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
10.455 ἁψάμενος λίσσεσθαι , δ’ αὐχένα μέσσον ἔλασσε
10.456 φασγάνῳ ἀΐξας , ἀπὸ δ’ ἄμφω κέρσε τένοντε ·
10.457 φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη .
10.458 τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
10.459 καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν ·
10.460 καὶ τά γ’ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
10.461 ὑψόσ’ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα ·
10.462 χαῖρε θεὰ τοῖσδεσσι · σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
10.463 πάντων ἀθανάτων ἐπιδωσόμεθ’ · ἀλλὰ καὶ αὖτις
10.464 πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς .
10.465 ὣς ἄρ’ ἐφώνησεν , καὶ ἀπὸ ἕθεν ὑψόσ’ ἀείρας
10.466 θῆκεν ἀνὰ μυρίκην · δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε
10.467 συμμάρψας δόνακας μυρίκης τ’ ἐριθηλέας ὄζους ,
10.468 μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν .
10.469 τὼ δὲ βάτην προτέρω διά τ’ ἔντεα καὶ μέλαν αἷμα ,
10.470 αἶψα δ’ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες .
10.471 οἳ δ’ εὗδον καμάτῳ ἀδηκότες , ἔντεα δέ σφιν
10.472 καλὰ παρ’ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
10.473 τριστοιχί · παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι .
10.474 Ῥῆσος δ’ ἐν μέσῳ εὗδε , παρ’ αὐτῷ δ’ ὠκέες ἵπποι