10.416 νόσφιν ἀπὸ φλοίσβου · φυλακὰς δ’ ἃς εἴρεαι ἥρως
10.417 οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει .
10.418 ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι , οἷσιν ἀνάγκη
10.419 οἷ δ’ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
10.420 ἀλλήλοις · ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
10.421 εὕδουσι · Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν ·
10.422 οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες .
10.423 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
10.424 πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
10.425 εὕδουσ’ ἀπάνευθε ; δίειπέ μοι ὄφρα δαείω .
10.426 τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων Εὐμήδεος υἱός ·
10.427 τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ’ ἀτρεκέως καταλέξω .
10.428 πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
10.429 καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί ,
10.430 πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι Μυσοί τ’ ἀγέρωχοι
10.431 καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί .
10.432 ἀλλὰ τί ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα ;
10.433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
10.434 Θρήϊκες οἷδ’ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων ·
10.435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος .
10.436 τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους ·
10.437 λευκότεροι χιόνος , θείειν δ’ ἀνέμοισιν ὁμοῖοι ·
10.438 ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται ·
10.439 τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
10.440 ἤλυθ’ ἔχων · τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
10.441 ἄνδρεσσιν φορέειν , ἀλλ’ ἀθανάτοισι θεοῖσιν .
10.442 ἀλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν ,
10.443 ἠέ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ ,
10.444 ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
10.445 ἠὲ κατ’ αἶσαν ἔειπον ἐν ὑμῖν , ἦε καὶ οὐκί .
10.446 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης ·