10.386 νύκτα δι’ ὀρφναίην , ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι ;
10.387 τινα συλήσων νεκύων κατατεθνηώτων ;
10.388 σ’ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
10.389 νῆας ἔπι γλαφυράς ; σ’ αὐτὸν θυμὸς ἀνῆκε ;
10.390 τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων , ὑπὸ δ’ ἔτρεμε γυῖα ·
10.391 πολλῇσίν μ’ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ ,
10.392 ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
10.393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ ,
10.394 ἠνώγει δέ μ’ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
10.395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν , ἔκ τε πυθέσθαι
10.396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ ,
10.397 ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
10.398 φύξιν βουλεύουσι μετὰ σφίσιν , οὐδ’ ἐθέλουσι
10.399 νύκτα φυλασσέμεναι , καμάτῳ ἀδηκότες αἰνῷ .
10.400 τὸν δ’ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς ·
10.401 ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
10.402 ἵππων Αἰακίδαο δαΐφρονος · οἳ δ’ ἀλεγεινοὶ
10.403 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι
10.404 ἄλλῳ γ’ Ἀχιλῆϊ , τὸν ἀθανάτη τέκε μήτηρ .
10.405 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·
10.406 ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν ;
10.407 ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα , ποῦ δέ οἱ ἵπποι ;
10.408 πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί ;
10.409 ἅσσά τε μητιόωσι μετὰ σφίσιν , μεμάασιν
10.410 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν , ἦε πόλιν δὲ
10.411 ἂψ ἀναχωρήσουσιν , ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς .
10.412 τὸν δ’ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός ·
10.413 τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω .
10.414 Ἕκτωρ μὲν μετὰ τοῖσιν , ὅσοι βουληφόροι εἰσί ,
10.415 βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου