10.357 ἀλλ’ ὅτε δή ῥ’ ἄπεσαν δουρηνεκὲς καὶ ἔλασσον ,
10.358 γνῶ ῥ’ ἄνδρας δηΐους , λαιψηρὰ δὲ γούνατ’ ἐνώμα
10.359 φευγέμεναι · τοὶ δ’ αἶψα διώκειν ὁρμήθησαν .
10.360 ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
10.361 κεμάδ’ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
10.362 χῶρον ἀν’ ὑλήενθ’ , δέ τε προθέῃσι μεμηκώς ,
10.363 ὣς τὸν Τυδεΐδης ἠδ’ πτολίπορθος Ὀδυσσεὺς
10.364 λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί .
10.365 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
10.366 φεύγων ἐς νῆας , τότε δὴ μένος ἔμβαλ’ Ἀθήνη
10.367 Τυδεΐδῃ , ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
10.368 φθαίη ἐπευξάμενος βαλέειν , δὲ δεύτερος ἔλθοι .
10.369 δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης ·
10.370 ἠὲ μέν’ ἠέ σε δουρὶ κιχήσομαι , οὐδέ σέ φημι
10.371 δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον .
10.372 ῥα καὶ ἔγχος ἀφῆκεν , ἑκὼν δ’ ἡμάρτανε φωτός ·
10.373 δεξιτερὸν δ’ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
10.374 ἐν γαίῃ ἐπάγη · δ’ ἄρ’ ἔστη τάρβησέν τε
10.375 βαμβαίνων · ἄραβος δὲ διὰ στόμα γίγνετ’ ὀδόντων ·
10.376 χλωρὸς ὑπαὶ δείους · τὼ δ’ ἀσθμαίνοντε κιχήτην ,
10.377 χειρῶν δ’ ἁψάσθην · δὲ δακρύσας ἔπος ηὔδα ·
10.378 ζωγρεῖτ’ , αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι · ἔστι γὰρ ἔνδον
10.379 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος ,
10.380 τῶν κ’ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
10.381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν .
10.382 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
10.383 θάρσει , μηδέ τί τοι θάνατος καταθύμιος ἔστω .
10.384 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·
10.385 πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος