10.211 ταῦτά κε πάντα πύθοιτο , καὶ ἂψ εἰς ἡμέας ἔλθοι
10.212 ἀσκηθής · μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
10.213 πάντας ἐπ’ ἀνθρώπους , καί οἱ δόσις ἔσσεται ἐσθλή ·
10.214 ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
10.215 τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
10.216 θῆλυν ὑπόρρηνον · τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον ,
10.217 αἰεὶ δ’ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται .
10.218 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
10.219 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
10.220 Νέστορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
10.221 ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
10.222 Τρώων · ἀλλ’ εἴ τίς μοι ἀνὴρ ἅμ’ ἕποιτο καὶ ἄλλος
10.223 μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται .
10.224 σύν τε δύ’ ἐρχομένω καί τε πρὸ τοῦ ἐνόησεν
10.225 ὅππως κέρδος ἔῃ · μοῦνος δ’ εἴ πέρ τε νοήσῃ
10.226 ἀλλά τέ οἱ βράσσων τε νόος , λεπτὴ δέ τε μῆτις .
10.227 ὣς ἔφαθ’ , οἳ δ’ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι .
10.228 ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος ,
10.229 ἤθελε Μηριόνης , μάλα δ’ ἤθελε Νέστορος υἱός ,
10.230 ἤθελε δ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος ,
10.231 ἤθελε δ’ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
10.232 Τρώων · αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα .
10.233 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
10.234 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
10.235 τὸν μὲν δὴ ἕταρόν γ’ αἱρήσεαι ὅν κ’ ἐθέλῃσθα ,
10.236 φαινομένων τὸν ἄριστον , ἐπεὶ μεμάασί γε πολλοί .
10.237 μηδὲ σύ γ’ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
10.238 καλλείπειν , σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων
10.239 ἐς γενεὴν ὁρόων , μηδ’ εἰ βασιλεύτερός ἐστιν .