10.180 οἳ δ’ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν ,
10.181 οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον ,
10.182 ἀλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες .
10.183 ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
10.184 θηρὸς ἀκούσαντες κρατερόφρονος , ὅς τε καθ’ ὕλην
10.185 ἔρχηται δι’ ὄρεσφι · πολὺς δ’ ὀρυμαγδὸς ἐπ’ αὐτῷ
10.186 ἀνδρῶν ἠδὲ κυνῶν , ἀπό τέ σφισιν ὕπνος ὄλωλεν ·
10.187 ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
10.188 νύκτα φυλασσομένοισι κακήν · πεδίον δὲ γὰρ αἰεὶ
10.189 τετράφαθ’ , ὁππότ’ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων .
10.190 τοὺς δ’ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
10.191 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
10.192 οὕτω νῦν φίλα τέκνα φυλάσσετε · μηδέ τιν’ ὕπνος
10.193 αἱρείτω , μὴ χάρμα γενώμεθα δυσμενέεσσιν .
10.194 ὣς εἰπὼν τάφροιο διέσσυτο · τοὶ δ’ ἅμ’ ἕποντο
10.195 Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν .
10.196 τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
10.197 ἤϊσαν · αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι .
10.198 τάφρον δ’ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
10.199 ἐν καθαρῷ , ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
10.200 πιπτόντων · ὅθεν αὖτις ἀπετράπετ’ ὄβριμος Ἕκτωρ
10.201 ὀλλὺς Ἀργείους , ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν .
10.202 ἔνθα καθεζόμενοι ἔπε’ ἀλλήλοισι πίφαυσκον ·
10.203 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
10.204 φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ’ ἑῷ αὐτοῦ
10.205 θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
10.206 ἐλθεῖν , εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα ,
10.207 τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο ,
10.208 ἅσσά τε μητιόωσι μετὰ σφίσιν , μεμάασιν
10.209 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν , ἦε πόλιν δὲ
10.210 ἂψ ἀναχωρήσουσιν , ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς .