10.240 ὣς ἔφατ’ , ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ .
10.241 τοῖς δ’ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
10.242 εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέσθαι ,
10.243 πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην ,
10.244 οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
10.245 ἐν πάντεσσι πόνοισι , φιλεῖ δέ Παλλὰς Ἀθήνη .
10.246 τούτου γ’ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
10.247 ἄμφω νοστήσαιμεν , ἐπεὶ περίοιδε νοῆσαι .
10.248 τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
10.249 Τυδεΐδη μήτ’ ἄρ με μάλ’ αἴνεε μήτέ τι νείκει ·
10.250 εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις .
10.251 ἀλλ’ ἴομεν · μάλα γὰρ νὺξ ἄνεται , ἐγγύθι δ’ ἠώς ,
10.252 ἄστρα δὲ δὴ προβέβηκε , παροίχωκεν δὲ πλέων νὺξ
10.253 τῶν δύο μοιράων , τριτάτη δ’ ἔτι μοῖρα λέλειπται .
10.254 ὣς εἰπόνθ’ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην .
10.255 Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
10.256 φάσγανον ἄμφηκες · τὸ δ’ ἑὸν παρὰ νηῒ λέλειπτο ·
10.257 καὶ σάκος · ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
10.258 ταυρείην , ἄφαλόν τε καὶ ἄλλοφον , τε καταῖτυξ
10.259 κέκληται , ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν .
10.260 Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
10.261 καὶ ξίφος , ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
10.262 ῥινοῦ ποιητήν · πολέσιν δ’ ἔντοσθεν ἱμᾶσιν
10.263 ἐντέτατο στερεῶς · ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
10.264 ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
10.265 εὖ καὶ ἐπισταμένως · μέσσῃ δ’ ἐνὶ πῖλος ἀρήρει .
10.266 τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
10.267 ἐξέλετ’ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας ,
10.268 Σκάνδειαν δ’ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι ·
10.269 Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι ,