10.152 εὗδον , ὑπὸ κρασὶν δ’ ἔχον ἀσπίδας · ἔγχεα δέ σφιν
10.153 ὄρθ’ ἐπὶ σαυρωτῆρος ἐλήλατο , τῆλε δὲ χαλκὸς
10.154 λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διός · αὐτὰρ γ’ ἥρως
10.155 εὗδ’ , ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο ,
10.156 αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός .
10.157 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ ,
10.158 λὰξ ποδὶ κινήσας , ὄτρυνέ τε νείκεσέ τ’ ἄντην ·
10.159 ἔγρεο Τυδέος υἱέ · τί πάννυχον ὕπνον ἀωτεῖς ;
10.160 οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
10.161 εἵαται ἄγχι νεῶν , ὀλίγος δ’ ἔτι χῶρος ἐρύκει ;
10.162 ὣς φάθ’ , δ’ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε ,
10.163 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
10.164 σχέτλιός ἐσσι γεραιέ · σὺ μὲν πόνου οὔ ποτε λήγεις .
10.165 οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
10.166 οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
10.167 πάντῃ ἐποιχόμενοι ; σὺ δ’ ἀμήχανός ἐσσι γεραιέ .
10.168 τὸν δ’ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ ·
10.169 ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες .
10.170 εἰσὶν μέν μοι παῖδες ἀμύμονες , εἰσὶ δὲ λαοὶ
10.171 καὶ πολέες , τῶν κέν τις ἐποιχόμενος καλέσειεν ·
10.172 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς .
10.173 νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
10.174 μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι .
10.175 ἀλλ’ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
10.176 ἄνστησον · σὺ γάρ ἐσσι νεώτερος · εἴ μ’ ἐλεαίρεις .
10.177 ὣς φάθ’ , δ’ ἀμφ’ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
10.178 αἴθωνος μεγάλοιο ποδηνεκές , εἵλετο δ’ ἔγχος .
10.179 βῆ δ’ ἰέναι , τοὺς δ’ ἔνθεν ἀναστήσας ἄγεν ἥρως .