10.122 οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο ,
10.123 ἀλλ’ ἐμέ τ’ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν .
10.124 νῦν δ’ ἐμέο πρότερος μάλ’ ἐπέγρετο καί μοι ἐπέστη ·
10.125 τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς .
10.126 ἀλλ’ ἴομεν · κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
10.127 ἐν φυλάκεσσ’ , ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι .
10.128 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
10.129 οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ’ ἀπιθήσει
10.130 Ἀργείων , ὅτε κέν τιν’ ἐποτρύνῃ καὶ ἀνώγῃ .
10.131 ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα ,
10.132 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα ,
10.133 ἀμφὶ δ’ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
10.134 διπλῆν ἐκταδίην , οὔλη δ’ ἐπενήνοθε λάχνη .
10.135 εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ ,
10.136 βῆ δ’ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων .
10.137 πρῶτον ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
10.138 ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
10.139 φθεγξάμενος · τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰωή ,
10.140 ἐκ δ’ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε ·
10.141 τίφθ’ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
10.142 νύκτα δι’ ἀμβροσίην , τι δὴ χρειὼ τόσον ἵκει ;
10.143 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
10.144 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
10.145 μὴ νεμέσα · τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς .
10.146 ἀλλ’ ἕπε’ , ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ’ ἐπέοικε
10.147 βουλὰς βουλεύειν , φευγέμεν ἠὲ μάχεσθαι .
10.148 ὣς φάθ’ , δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
10.149 ποικίλον ἀμφ’ ὤμοισι σάκος θέτο , βῆ δὲ μετ’ αὐτούς .
10.150 βὰν δ’ ἐπὶ Τυδεΐδην Διομήδεα · τὸν δὲ κίχανον
10.151 ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν · ἀμφὶ δ’ ἑταῖροι