10.92 ἱζάνει , ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν .
10.93 αἰνῶς γὰρ Δαναῶν περιδείδια , οὐδέ μοι ἦτορ
10.94 ἔμπεδον , ἀλλ’ ἀλαλύκτημαι , κραδίη δέ μοι ἔξω
10.95 στηθέων ἐκθρῴσκει , τρομέει δ’ ὑπὸ φαίδιμα γυῖα .
10.96 ἀλλ’ εἴ τι δραίνεις , ἐπεὶ οὐδὲ σέ γ’ ὕπνος ἱκάνει ,
10.97 δεῦρ’ ἐς τοὺς φύλακας καταβήομεν , ὄφρα ἴδωμεν
10.98 μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
10.99 κοιμήσωνται , ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται .
10.100 δυσμενέες δ’ ἄνδρες σχεδὸν εἵαται · οὐδέ τι ἴδμεν
10.101 μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι .
10.102 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
10.103 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
10.104 οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
10.105 ἐκτελέει , ὅσα πού νυν ἐέλπεται · ἀλλά μιν οἴω
10.106 κήδεσι μοχθήσειν καὶ πλείοσιν , εἴ κεν Ἀχιλλεὺς
10.107 ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ .
10.108 σοὶ δὲ μάλ’ ἕψομ’ ἐγώ · ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους
10.109 ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ’ Ὀδυσῆα
10.110 ἠδ’ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν .
10.111 ἀλλ’ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
10.112 ἀντίθεόν τ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα ·
10.113 τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω , οὐδὲ μάλ’ ἐγγύς .
10.114 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
10.115 νεικέσω , εἴ πέρ μοι νεμεσήσεαι , οὐδ’ ἐπικεύσω
10.116 ὡς εὕδει , σοὶ δ’ οἴῳ ἐπέτρεψεν πονέεσθαι .
10.117 νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
10.118 λισσόμενος · χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός .
10.119 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
10.120 γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα ·
10.121 πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι