10.63 ἦε θέω μετὰ σ’ αὖτις , ἐπὴν εὖ τοῖς ἐπιτείλω ;
10.64 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
10.65 αὖθι μένειν , μή πως ἀβροτάξομεν ἀλλήλοιιν
10.66 ἐρχομένω · πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι .
10.67 φθέγγεο δ’ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
10.68 πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
10.69 πάντας κυδαίνων · μηδὲ μεγαλίζεο θυμῷ ,
10.70 ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα · ὧδέ που ἄμμι
10.71 Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν .
10.72 ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας ·
10.73 αὐτὰρ βῆ ῥ’ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν ·
10.74 τὸν δ’ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
10.75 εὐνῇ ἔνι μαλακῇ · παρὰ δ’ ἔντεα ποικίλ’ ἔκειτο
10.76 ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια .
10.77 πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος , ῥ’ γεραιὸς
10.78 ζώννυθ’ ὅτ’ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
10.79 λαὸν ἄγων , ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ .
10.80 ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος κεφαλὴν ἐπαείρας
10.81 Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ ·
10.82 τίς δ’ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
10.83 νύκτα δι’ ὀρφναίην , ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι ,
10.84 ἠέ τιν’ οὐρήων διζήμενος , τιν’ ἑταίρων ;
10.85 φθέγγεο , μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο · τίπτε δέ σε χρεώ ;
10.86 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
10.87 Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
10.88 γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα , τὸν περὶ πάντων
10.89 Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς κ’ ἀϋτμὴ
10.90 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ .
10.91 πλάζομαι ὧδ’ ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος