10.33 Ἀργείων ἤνασσε , θεὸς δ’ ὣς τίετο δήμῳ .
10.34 τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλὰ
10.35 νηῒ πάρα πρύμνῃ · τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών .
10.36 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος ·
10.37 τίφθ’ οὕτως ἠθεῖε κορύσσεαι ; τιν’ ἑταίρων
10.38 ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον ; ἀλλὰ μάλ’ αἰνῶς
10.39 δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
10.40 ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
10.41 νύκτα δι’ ἀμβροσίην · μάλα τις θρασυκάρδιος ἔσται .
10.42 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
10.43 χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς Μενέλαε
10.44 κερδαλέης , τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
10.45 Ἀργείους καὶ νῆας , ἐπεὶ Διὸς ἐτράπετο φρήν .
10.46 Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ’ ἱεροῖσιν ·
10.47 οὐ γάρ πω ἰδόμην , οὐδ’ ἔκλυον αὐδήσαντος
10.48 ἄνδρ’ ἕνα τοσσάδε μέρμερ’ ἐπ’ ἤματι μητίσασθαι ,
10.49 ὅσσ’ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
10.50 αὔτως , οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο .
10.51 ἔργα δ’ ἔρεξ’ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
10.52 δηθά τε καὶ δολιχόν · τόσα γὰρ κακὰ μήσατ’ Ἀχαιούς .
10.53 ἀλλ’ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
10.54 ῥίμφα θέων παρὰ νῆας · ἐγὼ δ’ ἐπὶ Νέστορα δῖον
10.55 εἶμι , καὶ ὀτρυνέω ἀνστήμεναι , αἴ κ’ ἐθέλῃσιν
10.56 ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ’ ἐπιτεῖλαι .
10.57 κείνῳ γάρ κε μάλιστα πιθοίατο · τοῖο γὰρ υἱὸς
10.58 σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
10.59 Μηριόνης · τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα .
10.60 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ·
10.61 πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις ;
10.62 αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς κεν ἔλθῃς ,