10.1 ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
10.2 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ ·
10.3 ἀλλ’ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
10.4 ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα .
10.5 ὡς δ’ ὅτ’ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
10.6 τεύχων πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
10.7 νιφετόν , ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας ,
10.8 ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο ,
10.9 ὣς πυκίν’ ἐν στήθεσσιν ἀνεστενάχιζ’ Ἀγαμέμνων
10.10 νειόθεν ἐκ κραδίης , τρομέοντο δέ οἱ φρένες ἐντός .
10.11 ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε ,
10.12 θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
10.13 αὐλῶν συρίγγων τ’ ἐνοπὴν ὅμαδόν τ’ ἀνθρώπων .
10.14 αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν ,
10.15 πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
10.16 ὑψόθ’ ἐόντι Διί , μέγα δ’ ἔστενε κυδάλιμον κῆρ .
10.17 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
10.18 Νέστορ’ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν ,
10.19 εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο ,
10.20 τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο .
10.21 ὀρθωθεὶς δ’ ἔνδυνε περὶ στήθεσσι χιτῶνα ,
10.22 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα ,
10.23 ἀμφὶ δ’ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
10.24 αἴθωνος μεγάλοιο ποδηνεκές , εἵλετο δ’ ἔγχος .
10.25 ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμος · οὐδὲ γὰρ αὐτῷ
10.26 ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε · μή τι πάθοιεν
10.27 Ἀργεῖοι , τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ’ ὑγρὴν
10.28 ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες .
10.29 παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
10.30 ποικίλῃ , αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
10.31 θήκατο χαλκείην , δόρυ δ’ εἵλετο χειρὶ παχείῃ .
10.32 βῆ δ’ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν , ὃς μέγα πάντων