9.701 ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν κεν ἴῃσιν
9.702 κε μένῃ · τότε δ’ αὖτε μαχήσεται ὁππότε κέν μιν
9.703 θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ .
9.704 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·
9.705 νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
9.706 σίτου καὶ οἴνοιο · τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή ·
9.707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς ,
9.708 καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
9.709 ὀτρύνων , καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι .
9.710 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
9.711 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο .
9.712 καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος ,
9.713 ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο .