9.671 δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν , ἔκ τ’ ἐρέοντο ·
9.672 πρῶτος δ’ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
9.673 εἴπ’ ἄγε μ’ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
9.674 ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ ,
9.675 ἀπέειπε , χόλος δ’ ἔτ’ ἔχει μεγαλήτορα θυμόν ;
9.676 τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς ·
9.677 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
9.678 κεῖνός γ’ οὐκ ἐθέλει σβέσσαι χόλον , ἀλλ’ ἔτι μᾶλλον
9.679 πιμπλάνεται μένεος , σὲ δ’ ἀναίνεται ἠδὲ σὰ δῶρα .
9.680 αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
9.681 ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν ·
9.682 αὐτὸς δ’ ἠπείλησεν ἅμ’ ἠοῖ φαινομένηφι
9.683 νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας .
9.684 καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
9.685 οἴκαδ’ ἀποπλείειν , ἐπεὶ οὐκέτι δήετε τέκμωρ
9.686 Ἰλίου αἰπεινῆς · μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
9.687 χεῖρα ἑὴν ὑπερέσχε , τεθαρσήκασι δὲ λαοί .
9.688 ὣς ἔφατ’ · εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν , οἵ μοι ἕποντο ,
9.689 Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω .
9.690 Φοῖνιξ δ’ αὖθ’ γέρων κατελέξατο , ὡς γὰρ ἀνώγει ,
9.691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται
9.692 αὔριον , ἢν ἐθέλῃσιν · ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει .
9.693 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
9.694 μῦθον ἀγασσάμενοι · μάλα γὰρ κρατερῶς ἀγόρευσε .
9.695 δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν ·
9.696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
9.697 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
9.698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
9.699 μυρία δῶρα διδούς · δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως ·
9.700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας .