9.639 ἄλλά τε πόλλ’ ἐπὶ τῇσι · σὺ δ’ ἵλαον ἔνθεο θυμόν ,
9.640 αἴδεσσαι δὲ μέλαθρον · ὑπωρόφιοι δέ τοί εἰμεν
9.641 πληθύος ἐκ Δαναῶν , μέμαμεν δέ τοι ἔξοχον ἄλλων
9.642 κήδιστοί τ’ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί .
9.643 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
9.644 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
9.645 πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι ·
9.646 ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
9.647 μνήσομαι ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
9.648 Ἀτρεΐδης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην .
9.649 ἀλλ’ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε ·
9.650 οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
9.651 πρίν γ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
9.652 Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
9.653 κτείνοντ’ Ἀργείους , κατά τε σμῦξαι πυρὶ νῆας .
9.654 ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
9.655 Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω .
9.656 ὣς ἔφαθ’ , οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
9.657 σπείσαντες παρὰ νῆας ἴσαν πάλιν · ἦρχε δ’ Ὀδυσσεύς .
9.658 Πάτροκλος δ’ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
9.659 Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα .
9.660 αἳ δ’ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
9.661 κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον .
9.662 ἔνθ’ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν .
9.663 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου ·
9.664 τῷ δ’ ἄρα παρκατέλεκτο γυνή , τὴν Λεσβόθεν ἦγε ,
9.665 Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος .
9.666 Πάτροκλος δ’ ἑτέρωθεν ἐλέξατο · πὰρ δ’ ἄρα καὶ τῷ
9.667 Ἶφις ἐΰζωνος , τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
9.668 Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον .
9.669 οἳ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο .
9.670 τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν