9.546 τόσσος ἔην , πολλοὺς δὲ πυρῆς ἐπέβησ’ ἀλεγεινῆς .
9.547 δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
9.548 ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι ,
9.549 Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων .
9.550 ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε ,
9.551 τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν , οὐδὲ δύναντο
9.552 τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες ·
9.553 ἀλλ’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος , ὅς τε καὶ ἄλλων
9.554 οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων ,
9.555 ἤτοι μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
9.556 κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
9.557 κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
9.558 Ἴδεώ θ’ , ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν
9.559 τῶν τότε · καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
9.560 Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης ,
9.561 τὴν δὲ τότ’ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
9.562 Ἀλκυόνην καλέεσκον ἐπώνυμον , οὕνεκ’ ἄρ’ αὐτῆς
9.563 μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
9.564 κλαῖεν μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων ·
9.565 τῇ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
9.566 ἐξ ἀρέων μητρὸς κεχολωμένος , ῥα θεοῖσι
9.567 πόλλ’ ἀχέουσ’ ἠρᾶτο κασιγνήτοιο φόνοιο ,
9.568 πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
9.569 κικλήσκουσ’ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
9.570 πρόχνυ καθεζομένη , δεύοντο δὲ δάκρυσι κόλποι ,
9.571 παιδὶ δόμεν θάνατον · τῆς δ’ ἠεροφοῖτις Ἐρινὺς
9.572 ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα .
9.573 τῶν δὲ τάχ’ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
9.574 πύργων βαλλομένων · τὸν δὲ λίσσοντο γέροντες
9.575 Αἰτωλῶν , πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους ,
9.576 ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον ·
9.577 ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς ,
9.578 ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
9.579 πεντηκοντόγυον , τὸ μὲν ἥμισυ οἰνοπέδοιο ,