9.580 ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι .
9.581 πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
9.582 οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
9.583 σείων κολλητὰς σανίδας γουνούμενος υἱόν ·
9.584 πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
9.585 ἐλλίσσονθ’ · δὲ μᾶλλον ἀναίνετο · πολλὰ δ’ ἑταῖροι ,
9.586 οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων ·
9.587 ἀλλ’ οὐδ’ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον ,
9.588 πρίν γ’ ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο , τοὶ δ’ ἐπὶ πύργων
9.589 βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ .
9.590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
9.591 λίσσετ’ ὀδυρομένη , καί οἱ κατέλεξεν ἅπαντα
9.592 κήδε’ , ὅσ’ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ ·
9.593 ἄνδρας μὲν κτείνουσι , πόλιν δέ τε πῦρ ἀμαθύνει ,
9.594 τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας .
9.595 τοῦ δ’ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα ,
9.596 βῆ δ’ ἰέναι , χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα .
9.597 ὣς μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
9.598 εἴξας θυμῷ · τῷ δ’ οὐκέτι δῶρα τέλεσσαν
9.599 πολλά τε καὶ χαρίεντα , κακὸν δ’ ἤμυνε καὶ αὔτως .
9.600 ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί , μὴ δέ σε δαίμων
9.601 ἐνταῦθα τρέψειε φίλος · κάκιον δέ κεν εἴη
9.602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν · ἀλλ’ ἐπὶ δώρων
9.603 ἔρχεο · ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί .
9.604 εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
9.605 οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών .
9.606 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
9.607 Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
9.608 χρεὼ τιμῆς · φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ ,