9.515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ’ ὄπισθ’ ὀνομάζοι
9.516 Ἀτρεΐδης , ἀλλ’ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι ,
9.517 οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
9.518 Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης ·
9.519 νῦν δ’ ἅμα τ’ αὐτίκα πολλὰ διδοῖ τὰ δ’ ὄπισθεν ὑπέστη ,
9.520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
9.521 κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν , οἵ τε σοὶ αὐτῷ
9.522 φίλτατοι Ἀργείων · τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
9.523 μηδὲ πόδας · πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι .
9.524 οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
9.525 ἡρώων , ὅτε κέν τιν’ ἐπιζάφελος χόλος ἵκοι ·
9.526 δωρητοί τε πέλοντο παράρρητοί τ’ ἐπέεσσι .
9.527 μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
9.528 ὡς ἦν · ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι .
9.529 Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
9.530 ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον ,
9.531 Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς ,
9.532 Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ .
9.533 καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
9.534 χωσαμένη οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
9.535 Οἰνεὺς ῥέξ’ · ἄλλοι δὲ θεοὶ δαίνυνθ’ ἑκατόμβας ,
9.536 οἴῃ δ’ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο .
9.537 λάθετ’ οὐκ ἐνόησεν · ἀάσατο δὲ μέγα θυμῷ .
9.538 δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
9.539 ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα ,
9.540 ὃς κακὰ πόλλ’ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν ·
9.541 πολλὰ δ’ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
9.542 αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων .
9.543 τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
9.544 πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
9.545 καὶ κύνας · οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι ·