9.421 ἀλλ’ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
9.422 ἀγγελίην ἀπόφασθε · τὸ γὰρ γέρας ἐστὶ γερόντων ·
9.423 ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω ,
9.424 κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
9.425 νηυσὶν ἔπι γλαφυρῇς , ἐπεὶ οὔ σφισιν ἥδέ γ’ ἑτοίμη
9.426 ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος ·
9.427 Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω ,
9.428 ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται
9.429 αὔριον ἢν ἐθέλῃσιν · ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω .
9.430 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
9.431 μῦθον ἀγασσάμενοι · μάλα γὰρ κρατερῶς ἀπέειπεν ·
9.432 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
9.433 δάκρυ’ ἀναπρήσας · περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν ·
9.434 εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ
9.435 βάλλεαι , οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
9.436 πῦρ ἐθέλεις ἀΐδηλον , ἐπεὶ χόλος ἔμπεσε θυμῷ ,
9.437 πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
9.438 οἶος ; σοὶ δέ μ’ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
9.439 ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
9.440 νήπιον οὔ πω εἰδόθ’ ὁμοιΐου πολέμοιο
9.441 οὐδ’ ἀγορέων , ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι .
9.442 τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα ,
9.443 μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων .
9.444 ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
9.445 λείπεσθ’ , οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
9.446 γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα ,
9.447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
9.448 φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο ,
9.449 ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο ,
9.450 τὴν αὐτὸς φιλέεσκεν , ἀτιμάζεσκε δ’ ἄκοιτιν
9.451 μητέρ’ ἐμήν · δ’ αἰὲν ἐμὲ λισσέσκετο γούνων