9.391 οὐδέ μιν ὧς γαμέω · δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω ,
9.392 ὅς τις οἷ τ’ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν .
9.393 ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι ,
9.394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός .
9.395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε
9.396 κοῦραι ἀριστήων , οἵ τε πτολίεθρα ῥύονται ,
9.397 τάων ἥν κ’ ἐθέλωμι φίλην ποιήσομ’ ἄκοιτιν .
9.398 ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
9.399 γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
9.400 κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς ·
9.401 οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶν
9.402 Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
9.403 τὸ πρὶν ἐπ’ εἰρήνης , πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν ,
9.404 οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
9.405 Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ .
9.406 ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα ,
9.407 κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα ,
9.408 ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
9.409 οὔθ’ ἑλετή , ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων .
9.410 μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
9.411 διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ .
9.412 εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι ,
9.413 ὤλετο μέν μοι νόστος , ἀτὰρ κλέος ἄφθιτον ἔσται ·
9.414 εἰ δέ κεν οἴκαδ’ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν ,
9.415 ὤλετό μοι κλέος ἐσθλόν , ἐπὶ δηρὸν δέ μοι αἰὼν
9.416 ἔσσεται , οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη .
9.417 καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
9.418 οἴκαδ’ ἀποπλείειν , ἐπεὶ οὐκέτι δήετε τέκμωρ
9.419 Ἰλίου αἰπεινῆς · μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
9.420 χεῖρα ἑὴν ὑπερέσχε , τεθαρσήκασι δὲ λαοί .