9.452 παλλακίδι προμιγῆναι , ἵν’ ἐχθήρειε γέροντα .
9.453 τῇ πιθόμην καὶ ἔρεξα · πατὴρ δ’ ἐμὸς αὐτίκ’ ὀϊσθεὶς
9.454 πολλὰ κατηρᾶτο , στυγερὰς δ’ ἐπεκέκλετ’ Ἐρινῦς ,
9.455 μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
9.456 ἐξ ἐμέθεν γεγαῶτα · θεοὶ δ’ ἐτέλειον ἐπαρὰς
9.457 Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια .
9.462 ἔνθ’ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ’ ἐν φρεσὶ θυμὸς
9.463 πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι .
9.464 μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
9.465 αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι ,
9.466 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
9.467 ἔσφαζον , πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
9.468 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο ,
9.469 πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος .
9.470 εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον ·
9.471 οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον , οὐδέ ποτ’ ἔσβη
9.472 πῦρ , ἕτερον μὲν ὑπ’ αἰθούσῃ εὐερκέος αὐλῆς ,
9.473 ἄλλο δ’ ἐνὶ προδόμῳ , πρόσθεν θαλάμοιο θυράων .
9.474 ἀλλ’ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή ,
9.475 καὶ τότ’ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
9.476 ῥήξας ἐξῆλθον , καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
9.477 ῥεῖα , λαθὼν φύλακάς τ’ ἄνδρας δμῳάς τε γυναῖκας .
9.478 φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδος εὐρυχόροιο ,
9.479 Φθίην δ’ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
9.480 ἐς Πηλῆα ἄναχθ’ · δέ με πρόφρων ὑπέδεκτο ,
9.481 καί μ’ ἐφίλησ’ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
9.482 μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι ,
9.483 καί μ’ ἀφνειὸν ἔθηκε , πολὺν δέ μοι ὤπασε λαόν ·
9.484 ναῖον δ’ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων .
9.485 καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ ,
9.486 ἐκ θυμοῦ φιλέων , ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ’ ἄλλῳ