9.334 ἄλλα δ’ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι ·
9.335 τοῖσι μὲν ἔμπεδα κεῖται , ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν
9.336 εἵλετ’ , ἔχει δ’ ἄλοχον θυμαρέα · τῇ παριαύων
9.337 τερπέσθω . τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
9.338 Ἀργείους ; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας
9.339 Ἀτρεΐδης ; οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο ;
9.340 μοῦνοι φιλέουσ’ ἀλόχους μερόπων ἀνθρώπων
9.341 Ἀτρεΐδαι ; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
9.342 τὴν αὐτοῦ φιλέει καὶ κήδεται , ὡς καὶ ἐγὼ τὴν
9.343 ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν .
9.344 νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ’ ἀπάτησε
9.345 μή μευ πειράτω εὖ εἰδότος · οὐδέ με πείσει .
9.346 ἀλλ’ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
9.347 φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ .
9.348 μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο ,
9.349 καὶ δὴ τεῖχος ἔδειμε , καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ
9.350 εὐρεῖαν μεγάλην , ἐν δὲ σκόλοπας κατέπηξεν ·
9.351 ἀλλ’ οὐδ’ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
9.352 ἴσχειν · ὄφρα δ’ ἐγὼ μετ’ Ἀχαιοῖσιν πολέμιζον
9.353 οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ ,
9.354 ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν ·
9.355 ἔνθά ποτ’ οἶον ἔμιμνε , μόγις δέ μευ ἔκφυγεν ὁρμήν .
9.356 νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
9.357 αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
9.358 νηήσας εὖ νῆας , ἐπὴν ἅλα δὲ προερύσσω ,
9.359 ὄψεαι , αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ ,
9.360 ἦρι μάλ’ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντα πλεούσας
9.361 νῆας ἐμάς , ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας ·
9.362 εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος