9.304 νῦν γάρ χ’ Ἕκτορ’ ἕλοις , ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
9.305 λύσσαν ἔχων ὀλοήν , ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
9.306 οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν .
9.307 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
9.308 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
9.309 χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν ,
9.310 περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται ,
9.311 ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος .
9.312 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
9.313 ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν , ἄλλο δὲ εἴπῃ .
9.314 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα ·
9.315 οὔτ’ ἔμεγ’ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
9.316 οὔτ’ ἄλλους Δαναούς , ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
9.317 μάρνασθαι δηΐοισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί .
9.318 ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι ·
9.319 ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός ·
9.320 κάτθαν’ ὁμῶς τ’ ἀεργὸς ἀνὴρ τε πολλὰ ἐοργώς .
9.321 οὐδέ τί μοι περίκειται , ἐπεὶ πάθον ἄλγεα θυμῷ
9.322 αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν .
9.323 ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
9.324 μάστακ’ ἐπεί κε λάβῃσι , κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ ,
9.325 ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον ,
9.326 ἤματα δ’ αἱματόεντα διέπρησσον πολεμίζων
9.327 ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων .
9.328 δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνθρώπων ,
9.329 πεζὸς δ’ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον ·
9.330 τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
9.331 ἐξελόμην , καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
9.332 Ἀτρεΐδῃ · δ’ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
9.333 δεξάμενος διὰ παῦρα δασάσκετο , πολλὰ δ’ ἔχεσκεν .