9.274 κούρη Βρισῆος · ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
9.275 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
9.276 θέμις ἐστὶν ἄναξ ἤτ’ ἀνδρῶν ἤτε γυναικῶν .
9.277 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται · εἰ δέ κεν αὖτε
9.278 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι ,
9.279 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
9.280 εἰσελθών , ὅτε κεν δατεώμεθα ληΐδ’ Ἀχαιοί ,
9.281 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι ,
9.282 αἵ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν .
9.283 εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
9.284 γαμβρός κέν οἱ ἔοις · τίσει δέ σε ἶσον Ὀρέστῃ ,
9.285 ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ .
9.286 τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
9.287 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα ,
9.288 τάων ἥν κ’ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
9.289 πρὸς οἶκον Πηλῆος · δ’ αὖτ’ ἐπὶ μείλια δώσει
9.290 πολλὰ μάλ’ , ὅσσ’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί ·
9.291 ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
9.292 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
9.293 Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον
9.294 καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν .
9.295 πᾶσαι δ’ ἐγγὺς ἁλός , νέαται Πύλου ἠμαθόεντος ·
9.296 ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται ,
9.297 οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
9.298 καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας .
9.299 ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο .
9.300 εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
9.301 αὐτὸς καὶ τοῦ δῶρα , σὺ δ’ ἄλλους περ Παναχαιοὺς
9.302 τειρομένους ἐλέαιρε κατὰ στρατόν , οἵ σε θεὸν ὣς
9.303 τίσουσ’ · γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο ·