9.245 ἐκτελέσωσι θεοί , ἡμῖν δὲ δὴ αἴσιμον εἴη
9.246 φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο .
9.247 ἀλλ’ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
9.248 τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ .
9.249 αὐτῷ τοι μετόπισθ’ ἄχος ἔσσεται , οὐδέ τι μῆχος
9.250 ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν · ἀλλὰ πολὺ πρὶν
9.251 φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ .
9.252 πέπον μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
9.253 ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε ·
9.254 τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
9.255 δώσουσ’ αἴ κ’ ἐθέλωσι , σὺ δὲ μεγαλήτορα θυμὸν
9.256 ἴσχειν ἐν στήθεσσι · φιλοφροσύνη γὰρ ἀμείνων ·
9.257 ληγέμεναι δ’ ἔριδος κακομηχάνου , ὄφρά σε μᾶλλον
9.258 τίωσ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες .
9.259 ὣς ἐπέτελλ’ γέρων , σὺ δὲ λήθεαι · ἀλλ’ ἔτι καὶ νῦν
9.260 παύε’ , ἔα δὲ χόλον θυμαλγέα · σοὶ δ’ Ἀγαμέμνων
9.261 ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο .
9.262 εἰ δὲ σὺ μέν μευ ἄκουσον , ἐγὼ δέ κέ τοι καταλέξω
9.263 ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ’ Ἀγαμέμνων ·
9.264 ἕπτ’ ἀπύρους τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα ,
9.265 αἴθωνας δὲ λέβητας ἐείκοσι , δώδεκα δ’ ἵππους
9.266 πηγοὺς ἀθλοφόρους , οἳ ἀέθλια ποσσὶν ἄροντο .
9.267 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ τόσσα γένοιτο
9.268 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο ,
9.269 ὅσσ’ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο .
9.270 δώσει δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
9.271 Λεσβίδας , ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
9.272 ἐξέλεθ’ , αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν .
9.273 τὰς μέν τοι δώσει , μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρα