9.213 ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε ,
9.214 πάσσε δ’ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας .
9.215 αὐτὰρ ἐπεί ῥ’ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε ,
9.216 Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
9.217 καλοῖς ἐν κανέοισιν , ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς .
9.218 αὐτὸς δ’ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
9.219 τοίχου τοῦ ἑτέροιο , θεοῖσι δὲ θῦσαι ἀνώγει
9.220 Πάτροκλον ὃν ἑταῖρον · δ’ ἐν πυρὶ βάλλε θυηλάς .
9.221 οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
9.222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
9.223 νεῦσ’ Αἴας Φοίνικι · νόησε δὲ δῖος Ὀδυσσεύς ,
9.224 πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα ·
9.225 χαῖρ’ Ἀχιλεῦ · δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
9.226 ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
9.227 ἠδὲ καὶ ἐνθάδε νῦν , πάρα γὰρ μενοεικέα πολλὰ
9.228 δαίνυσθ’ · ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν ,
9.229 ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
9.230 δείδιμεν · ἐν δοιῇ δὲ σαωσέμεν ἀπολέσθαι
9.231 νῆας ἐϋσσέλμους , εἰ μὴ σύ γε δύσεαι ἀλκήν .
9.232 ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
9.233 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι
9.234 κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν , οὐδ’ ἔτι φασὶ
9.235 σχήσεσθ’ , ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι .
9.236 Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
9.237 ἀστράπτει · Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
9.238 μαίνεται ἐκπάγλως πίσυνος Διί , οὐδέ τι τίει
9.239 ἀνέρας οὐδὲ θεούς · κρατερὴ δέ λύσσα δέδυκεν .
9.240 ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν ·
9.241 στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
9.242 αὐτάς τ’ ἐμπρήσειν μαλεροῦ πυρός , αὐτὰρ Ἀχαιοὺς
9.243 δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ .
9.244 ταῦτ’ αἰνῶς δείδοικα κατὰ φρένα , μή οἱ ἀπειλὰς